TLG 2525 003 :: LAETUS :: Fragmenta LAETUS Hist., vel Mochus Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 437–438. Frr. 1–2 Citation: Fragment — (line) | ||
t1-2 | ΦΟΙΝΙΚΙΚΑ. | |
1 | Tatianus Or. adv. Gr. c. 58: Μετὰ δὲ τὰ Χαλδαίων τὰ Φοι‐ νίκων οὕτως ἔχει. Γεγόνασι παρ’ αὐτοῖς τρεῖς ἄνδρες, Θεόδοτος, Ὑψικράτης, Μῶχος. Τούτων τὰς βίβλους | |
5 | εἰς Ἑλληνίδα κατέταξε φωνὴν Λαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ’ ἀκριβὲς πραγματευσάμενος. Ἐν δὴ ταῖς τῶν προειρημένων δηλοῦται ἱστορίαις κατὰ | |
---|---|---|
τίνα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴν γεγονέναι, Με‐ λάου τε εἰς τὴν Φοινίκην ἄφιξιν καὶ τὰ περὶ Εἴραμον, | 437 | |
10 | ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν ἑαυτοῦ θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ νεὼ κατασκευὴν ἐδωρήσατο. Καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιή‐ σατο. | |
2 | Clemens Alex. Str. I.: Εἴρα‐ μος τὴν ἑαυτοῦ θυγατέρα Σαλομῶνι δίδωσι καθ’ οὓς χρόνους μετὰ τὴν Τροίας ἅλωσιν Μενελάου εἰς Φοινί‐ κην ἄφιξις, ὥς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ | |
5 | Λαῖτος ἐν τοῖς Φοινικικοῖς. | 438 |